Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.210 Joseph. AJ 3.215 (English) >>Joseph. AJ 3.219

3.213ἔτι δὲ τὴν πολιτείαν καὶ νόμους αὐτῶν ἔγραφε, καθʼ οὓς κεχαρισμένως τῷ θεῷ βιώσονται μηδὲν ἀλλήλοις ἐγκαλεῖν ἔχοντες· ταῦτα μέντοι κατὰ τὴν ὑπαγόρευσιν τοῦ θεοῦ συνετάττετο. διέξειμι μὲν οὖν περὶ τῆς πολιτείας καὶ τῶν νόμων. 3.214

μέντοι περὶ τῆς τοῦ ἀρχιερέως στολῆς παρέλιπον διελθεῖν βούλομαι· οὐδαμόθεν γὰρ προφητῶν κακουργίαις κατέλιπεν ἀφορμήν, εἰ δέ τινες τοιοῦτοι γένοιντο παρεγχειρεῖν τῷ τοῦ θεοῦ ἀξιώματι, αὐτοκράτορα δʼ εἶναι τὸν θεὸν παρατυγχάνειν τοῖς ἱεροῖς κατέλιπεν ὁπότε θελήσειε καὶ μὴ παρεῖναι, καὶ τοῦτʼ οὐχ Ἑβραίοις δῆλον εἶναι μόνον ἠθέλησεν, ἀλλὰ καὶ τῶν ξένων τοῖς παρατυγχάνουσι. 3.215τῶν γὰρ λίθων, οὓς ἐπὶ τοῖς ὤμοις φέρειν τὸν ἀρχιερέα προεῖπον, σαρδόνυχες δὲ ἦσαν καὶ σημαίνειν αὐτῶν τὴν φύσιν ἡγοῦμαι περισσὸν πᾶσιν εἰς γνῶσιν ἀφιγμένων, συνέβαινε λάμπειν, ὁπότε ταῖς ἱερουργίαις θεὸς παρείη, τὸν ἕτερον τὸν ἐπὶ τῷ δεξιῷ τῶν ὤμων πεπορπημένον αὐγῆς ἀποπηδώσης καὶ τοῖς πορρωτάτω φαινομένης, οὐ πρότερον ταύτης ὑπαρχούσης τῷ λίθῳ. 3.216θαυμαστὸν μὲν οὖν καὶ τοῦτο τοῖς μὴ τὴν σοφίαν ἐπʼ ἐκφαυλισμῷ τῶν θείων ἠσκηκόσιν, δʼ ἐστὶ τούτου θαυμασιώτερον ἐρῶ· διὰ γὰρ τῶν δώδεκα λίθων, οὓς κατὰ στέρνον ἀρχιερεὺς ἐνερραμμένους τῷ ἐσσῆνι φορεῖ, νίκην μέλλουσι πολεμεῖν προεμήνυεν θεός·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.210 Joseph. AJ 3.215 (English) >>Joseph. AJ 3.219

Powered by PhiloLogic